Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 9.101.3 | Hdt. 9.102.3 (English) | >>Hdt. 9.103.2 |
9.102.1
τοῖσι μέν νυν Ἀθηναίοισι καὶ τοῖσι προσεχέσι τούτοισι τεταγμένοισι , μέχρι κου τῶν ἡμισέων , ἡ ὁδὸς ἐγίνετο κατʼ αἰγιαλόν τε καὶ ἄπεδον χῶρον , τοῖσι δὲ Λακεδαιμονίοισι καὶ τοῖσι ἐπεξῆς τούτοισι τεταγμένοισι κατά τε χαράδραν καὶ ὄρεα . ἐν ᾧ δὲ οἱ Λακεδαιμόνιοι περιήισαν , οὗτοι οἱ ἐπὶ τῷ ἑτέρῳ κέρεϊ ἔτι καὶ δὴ ἐμάχοντο .
9.102.2 ἕως μέν νυν τοῖσι Πέρσῃσι ὀρθὰ ἦν τὰ γέρρα , ἠμύνοντό τε καὶ οὐδὲν ἔλασσον εἶχον τῇ μάχῃ · ἐπεὶ δὲ τῶν Ἀθηναίων καὶ τῶν προσεχέων ὁ στρατός , ὅκως ἑωυτῶν γένηται τὸ ἔργον καὶ μὴ Λακεδαιμονίων , παρακελευσάμενοι ἔργου εἴχοντο προθυμότερον , ἐνθεῦτεν ἤδη ἑτεροιοῦτο τὸ πρῆγμα .
9.102.3 διωσάμενοι γὰρ τὰ γέρρα οὗτοι φερόμενοι ἐσέπεσον ἁλέες ἐς τοὺς Πέρσας , οἱ δὲ δεξάμενοι καὶ χρόνον συχνὸν ἀμυνόμενοι τέλος ἔφευγον ἐς τὸ τεῖχος . Ἀθηναῖοι δὲ καὶ Κορίνθιοι καὶ Σικυώνιοι καὶ Τροιζήνιοι (οὕτω γὰρ ἦσαν ἐπεξῆς τεταγμένοι ) συνεπισπόμενοι συνεσέπιπτον ἐς τὸ τεῖχος . ὡς δὲ καὶ τὸ τεῖχος ἀραίρητο , οὔτʼ ἔτι πρὸς ἀλκὴν ἐτράποντο οἱ βάρβαροι πρὸς φυγήν τε ὁρμέατο οἱ ἄλλοι πλὴν Περσέων ·
9.102.4 οὗτοι δὲ κατʼ ὀλίγους γινόμενοι ἐμάχοντο τοῖσι αἰεὶ ἐς τὸ τεῖχος ἐσπίπτουσι Ἑλλήνων . καὶ τῶν στρατηγῶν τῶν Περσικῶν δύο μὲν ἀποφεύγουσι , δύο δὲ τελευτῶσι · Ἀρταΰντης μὲν καὶ Ἰθαμίτρης τοῦ ναυτικοῦ στρατηγέοντες ἀποφεύγουσι , Μαρδόντης δὲ καὶ ὁ τοῦ πεζοῦ στρατηγὸς Τιγράνης μαχόμενοι τελευτῶσι .
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 9.101.3 | Hdt. 9.102.3 (English) | >>Hdt. 9.103.2 |